Ancient Greek
P.Hamb. 4 271
Documentary Papyri, P.Hamb. 4 271
Not analysed yet
τῷ δεῖνι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Σαραπίωνος τοῦ δεῖνος τοῦ …μου ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. Ἄρειος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τοῦ Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον σύνταξον μεταδοθῆναι. ἔρρωσο. ἔτους …Αὐτοκράτορος Καίσαρος …α. Ἀρείῳ Ἡρακλείδου νεωκόρου τοῦ μεγάλου Σαράπιδος γενομένου ἐξηγητοῦ υἱῷ τῶν κεχειλιαρχηκότων …ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Σαραπίωνος τοῦ δεῖνος τοῦ …-μου ἀπʼ Ὀξυρύγχων πόλεως. καθʼ ἣν πεποίημαι …