Ancient Greek
P.Harr. 1 107
Documentary Papyri, P.Harr. 1 107
Not analysed yet
τιμιωτάτῃ μου μητρὶ Μαρίᾳ Βησᾶς ἐν θεῶι πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τῷ πατρὶ θεῶι τῆς ἀληθείας καὶ τῷ παρακλήτῳ πνεύματι ὡς σὲ διαφυλάξωσιν κατά τε ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, τῷ μὲν σώματι ὑγιείαν, τῷ δὲ πνεύματι εὐθυμίαν, τῇ δὲ ψυχῇ ζωὴν αἰώνιον. καὶ σὺ, ὃν ἐὰν εὕρῃς τὸν ἐρχόμενον πρὸς ἐμὲ, μὴ ὀκνήσῃς γράφειν μοι περὶ τῆς ὑγιείας σοῦ ὅπως ἀκούσας χαρῶ. μὴ οὖν ἀμελήσῃς πέμψαι μοι τὸ ἱμάτιον εἰς τὴν ἑορτὴν τοῦ Πάσχα, καὶ πέμψον μοι τὸν ἀδελφόν μου. ἀσπάζομαι τὸν πατέρα μου καὶ τοὺς ἀδελφούς μου. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. παρὰ Βησᾶτος.