Ancient Greek
P.Harr. 1 108
Documentary Papyri, P.Harr. 1 108
Not analysed yet
Εὐτόλμιος Φιλαντινόῳ ἀδελφῷ χαίρειν. τὴν κριθὴν τὴν ἐν τῷ Ἀμύντου πᾶσαν ποίησον ἀνενεχθῆναι ἐν τῇ αὔριον. καὶ σὺ δέ, τῆς καταθέσεως τοῦ νεοφύτου προνοησάμενος, ἄνελθε ἵνα γνῶμεν ὅπως διάκειται τὰ κατὰ τὰ κτήνη, Πλώτινος γὰρ ἔνεστι τούτου χάριν, καὶ δύνῃ πάλιν ἐξελθεῖν. ἐὰν εὕρῃς παρά σοι ἐλάτας, διὰ τὴν ἡμέραν τῆς ἀδελφῆς μου ἀνένεγκον, καὶ δύο ἐνκεφάλους. ἐρρῶσθαί σε εὔχομαι.