Ancient Greek
P.Harr. 1 109
Documentary Papyri, P.Harr. 1 109
Not analysed yet
…τάξεως τοῦ κυρίου μου κ… τοῦ ὄνου μοῦ μελέτω σοί. καὶ ἐὰν μὲν εὐτραφέστερος γένηται καὶ δυνηθῇ πραθῆναι, πώλησον. ὑψηλόν μοι οὖν ὤνησαι ἄξιον σοῦ. ὡς ἐπείκτης πράττε καὶ ἔπειγε τὸν σῖτον, ἵνα μὴ ἐν αἰτίᾳ εὑρεθῇς. ποίησον δὲ τὸν ἀδελφὸν Ἀντᾶν ἀνθʼ ἡμῶν χάριν σοι ὁμολογεῖν δεόμενον ἀναλωμάτων. παρὰ τοὺς ἄλλους τοὺς κυρίους μου ἀδελφούς, αὐτὸν Ἀντᾶν Ἀμμώνιον τὸν ἀσύγκριτον προσαγορεύω. ταῦτά σοι ἔστω καὶ ἀσχολουμένωι. ἐγράψαμεν δὲ τῇ Ἀντινόῳ οὐ π… εἰδότες ὅποι δεήσει ἡμᾶς ἐκδημεῖν, γράψω σοί. περὶ ὧν βούλει ἐπιστέλλου κελεύων. ἐρρῶσθαί σε εὔχομαι, κύριε ἄδελφε.