Ancient Greek
P.Harr. 1 158
Documentary Papyri, P.Harr. 1 158
Not analysed yet
χμγ ἐν μὲν πρώτοις προσκυνῶ καὶ ἀσπάζομεν τὴν ὑμῶν φιλανθρωπίαν. τὸν θεὸν τὸν φυλάσσοντα ἡμᾶς ἐφρόντισεν ἐμοῦ ὅτι ἀποτετένεκα εἰς τὴν πόλιν. οὐχ εὗρον τί ποιήσειν οὐδὲ τῇ γυναικί μου ἐφιλιώθην οὐδὲ ἐργάσας …ευ εὗρον ἀλλὰ οὐδὲ ἡ θεία θέλει μοι δοῦναι τὸ πλουμικ… ὡς καὶ ἐργιασκασοιτηολι ἡ θεία θέλει μοι δοῦναι οὐδὲ τὰ σκεύη οὐδὲ τὰ ἐνκύτια. θέλησον οὖν ἀντιγράψειν μοι, ὅτι οὐδὲν θέλει μοι δοῦναι. καὶ τὸν θεὸν τὸν φυλάσσοντά σε ἀντίγραψον μοι τὰ περὶ τῆς ὑγιείας σοῦ. ἀντιγράψον τῇ θείᾳ μου, ὅτι οὐδὲν θέλει μοι δοῦναι τῶν σκευῶν.