Ancient Greek
P.Harr. 1 159
Documentary Papyri, P.Harr. 1 159
Not analysed yet
ἦλθεν ὁ καιρὸς τῆς καταβολῆς. φρόντισον οὖν μὴ ἀμελήσῃς, ἵνα μὴ ὀχλήσῃς ἐνταῦθα, καὶ μὴ ἀνέλθῃς ἐς τὴν πόλιν πρὶν ἂν ποιήσῃς τὴν καταβολήν, καὶ μὴ ὡς εἰς ἡμᾶς ἀσχημονῆσαι ὁ δὲ σταρ…ησιν τοῦ γεούχου καὶ τοῦ βοηθοῦ. ποίησόν τινα δύο μουείων χόρτου ἐνεχθῆναι τοῦ ζῴου ταχέως. φρόντισον δὲ τὰ πέντε ὁλοκόττινα τοῦ τέκτονος τεμ… λαβὲ καὶ τὸν σῖτον τοῖς πε… οἶδας ὅτι ὁ κόμες ἀπεσ…ν …τὸν σῖτον μαλεου Κλέωνος μὴ ἀμελήσῃς …ἐπίδος τῷ θαυμασίῳ κυρίῳ Φιλοξένῳ, παρὰ Φοιβάμμωνος