Ancient Greek
P.Harr. 1 80
Documentary Papyri, P.Harr. 1 80
Not analysed yet
……ὥστε σπεῖραι καὶ ξυλαμῆσαι πυρῷ μὲν ἀρούρας πέντε ἥμισυ ,καὶ ἀρούρας δύο ἥμισυ λαχανοσπέρμῳ ἄρουραν μίαν …καὶ ι πυρῷ ἄρουραν, εἰς ἥμισυ χλωροῖς, ἄρουραν μίαν ,καὶ εἰς ἥμισυ λαχανοσπέρμῳ, ἄρουραν μίαν ,ἐκφορίου καὶ φόρου κατʼ ἔτος κατʼ ἄρουραν τῶν μὲν ἐν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας ὀκτώ ,τῶν δὲ ἐν χλωροῖς ἀνὰ πυροῦ ἀρτάβας …,τῶν δὲ ἐν λαχάνῳ λαχανοσπέρμου ἀρτάβας τρεῖς …ὑδρευμ…ν κατα…κας… τα σε ἡμίσεος μέρους …ας …ουν…νων ἐκ σοῦ παρασχεῖν μοι εἰς κοπὴν ἀπὸ τῶν ἐπὶ τοῖς ὑδρεύμασι ἀκανθῶν ἄκανθαν μίαν εἰς κατασκευὴν ἁψῖδος, καὶ ταύτην …σαι διδόντα …οφλην τοῦ μισθοῦ το… ἐκ τοῦ …λαμβάνοντα παρʼ ὑμῶν …σαν π… οἱ ἦλοι χωρήσουσιν ἐκ τῆς κατασκευαζομένης …ἐκ καινῆς …ουσης πατ…εινα… νων ὑδρευμάτων καὶ …οτριαν…μ… τι τὴν περὶ …ὑδροφυλίων τῶν …σίους χωμάτων καὶ σπερβιων ὄντων πρὸς ἐμὲ ἀκίνδυνα πάντα παντὸς κινδύνου. ἐὰν δʼ, ὃ μὴ εἴη, ἄβροχος γένηται, παραδεχθήσεταί μοι, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς σὲ τὴν γεοῦχον, κυριεύουσαν τῶν καρπῶν ἕως τὰ ὀφειλόμενα ἀπολάβῃς· ἅπερ βεβαιουμένης μοι τῆς ἐπιδοχῆς ἀποδώσω …τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος …ἔτους ἐφʼ ἅλω τοῦ Ἐπισήμου νέα καθαρὰ ἄδολα ἄβωλα κεκοσκινευμένα, τὸν μὲν πυρὸν καὶ ἀκοιθον μέτρῳ τετραχοινικείῳ σοῦ τῆς γεούχου, τὸ δὲ λαχανόσπερμον ἀπα… μέτρῳ ἐλαιουργικῷ τῶν γων…ρούντων καὶ ς… παραδώσω τὴν ἁψῖδα καὶ ὅσα ἐὰν ἄλλα παραλάβω σὺν τῇ μηχανῇ συνηγμένα ἄνευ ἐκλείψεως …νομεν… ὡς καθήκει. ἡ ἐπιδοχὴ κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ζ αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Καρπικῶν μεγίστων Γερμανικῶν μεγίστων εὐσεβῶν εὐτυχῶν σεβαστῶν Θὼθ κε. Αὐρήλιος Ἄυσις Ὥρου ἐπεδεξάμην εἰς μίσθωσιν ἐπὶ ἔτη τέσσαρα ,καὶ ἀποδώσω τὰ ἐκφόρια ἀνυπερθέτως καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα.