Ancient Greek
P.Harr. 1 81
Documentary Papyri, P.Harr. 1 81
Not analysed yet
…παρασχεῖν μοι ὑπὲρ λόγου τροφῆς σίτου ἀρτάβας δεκατέσσαρας, γίνονται σίτου ἀρτάβαι ιδ, καθʼ ἕκαστον ἐνιαυτὸν, ἃς ἐπάναγκες ἀποδώσω σοι ἐν τῷ καιρῷ ἁλωνίας τῆς αὐτῆς πέμπτης ἰνδικτίονος. ἐγὼ δὲ Μαρία παρέχοντος ἀναλώματα δοθέντα οἰκοδόμημα τῆς οἰκίας καὶ αὐλῶν κατʼ ἔτος. στοιχεῖ σοι ἀναμφιβόλως, καὶ ὁμολογοῦμεν Παμοῦθις καὶ Παῦλος καὶ Μαρία. ἅπερ ἀποδώσω σοι ἐρεᾶς λ…ος δύο . κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιοι Παμοῦθις καὶ Παῦλος καὶ Μαρία οἱ προκείμενοι πεποιήμεθα τήνδε τὴν μίσθωσιν, καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. ἐγὼ Ἄπα Σίριος υἱὸς τοῦ μακαρίου …ος Πορφυρίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν παρόντων ἀγραμμάτων ὄντων. διʼ ἐμοῦ Ἄπα Σιρίου ἐτελειώθη. Μαρία