Ancient Greek
P.Harr. 2 199
Documentary Papyri, P.Harr. 2 199
Not analysed yet
Αὐρηλίῳ Φαινῷ Σεβαστοῦ ἀπελευθέρῳ βοηθῷ Αὐρηλίου Ἀγαθονείκου τοῦ κρατίστου ἐπιτρόπου παρὰ Αὐρηλίων Πᾶσι Πᾶσι καὶ Πνεφαιρῶτος Σαμβᾶ καὶ Πᾶσι Ἁτρῆ καὶ τῶν λοιπῶν εἰς συνπλήρωσιν ἀνδρῶν κβ ἐρημοφυλάκων πύλης Φιλαδελφίας. ἔθους ὄντος κύριε παρὰ σοῦ δέχεσθαι ἡμῖν διὰ τῶν παρασ…ων ἀπὸ φόρων ἐρημοφυλακίας τῆς προκειμένης πύλης ὑπὲρ λαογραφίας ἡμῶν κατʼ ἔτος ἀργυρίου δραχμὰς χιλίας ἑκατὸν ἑξήκοντα ἀξιοῦμεν καὶ περὶ τῆς τοῦ τρίτου ἔτους τὸ ἀκόλουθον γενέσθαι. διευτύχει. Αὐρήλιοι Πᾶσις ὡς ἐτῶν κη ἄσημος Πνεφερῶς ὡς ἐτῶν …οὐλὴ δακτύλῳ μικρῷ χειρὸς δεξιᾶς Πᾶσις ὡς ἐτῶν κε οὐλὴ μετώπῳ μέσῳ ἔτους ε Φαμενὼθ κη