Ancient Greek
P.Harr. 2 200
Documentary Papyri, P.Harr. 2 200
Not analysed yet
Αὐρηλίῳ …στρατηγῷ Ἀρσινοίτου Ἡρακλειδου μερίδος παρὰ Αὐρηλίου Πάσει ἀραβοτοξότου ἀπὸ κώμης Φιλαδελφίας τῆς Ἡρακλείδου μερίδος. τῇ ιγ τοῦ ὄντος μηνὸς Παχὼν ἀπηλάσθη μου πρόβατα ὀκτὼ ὑπὸ τίνων ἀγνοῶ· ὅθεν κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι τάδε τὰ βιβλίδια αὐτὰ ταῦτα φανερὰ ποιῶν ἐπὶ τὸ ἐν καταχωρισμῷ γενέσθαι πρὸς τὸ μένειν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους ὁπο… ἐὰν εὐρεθῇ. διευτύχει. τούτων δὲ τὰ ἴσα ἐπέδωκα καὶ τῷ ἀξιολογωτάτῳ ἑκατοντάρχῃ καὶ δεκαδάρχῃ καὶ μ τῆς μ… ἔτους β Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Παχὼν ιδ.