Ancient Greek
P.Heid. 2 212
Documentary Papyri, P.Heid. 2 212
Not analysed yet
Ἕρμῆς Ἔρωτι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν· δοῦλος μου Ἡρακλείδης μετὰ τὸν σὸν χωρισμὸν ἀφανὴς γέγονεν· ἐπεὶ δὲ πᾶσι τοῖς σοῖς συνήθης ἐστίν, …ὑπονοῶ μὴ σὺν αὐτοῖς διῆρκεν· …σου τὸ φιλότιμον καὶ τὸ ἀκριβὲς …να σε διὰ γραπτοῦ παρακαλέσαι· ἐὰν μὲν ἐπισκεψάμενος εὑρίσκῃς τοῦτον …σας χερσὶ καὶ ποσὶ ἀνάπεμψον ἡμῖν· ἐὰν δὲ ἀφανὴς ἦι συνπροσ… τις παρʼ ἐμοῦ μέχρι οὗ διὰ προγράμματος ἐκθεματισθῆι ὡς καθήκει· ἐπίδος δὲ καὶ ἑτέροις φίλοις καὶ τοῖς οἰκείοις· τὸ δὲ σὸν ἀκριβὲς καὶ ἄγρυπνον καὶ α…ον προτ…απταιμε…οι γραφ… παράπαντα χαριῆι σεαυτοῦ …ἐπιμελόμενος, ἵνʼ ὑγιαίνῃς· ἔρρωσο ἔτους ιε Παχὼν β.