Ancient Greek
P.Heid. 2 214
Documentary Papyri, P.Heid. 2 214
Not analysed yet
Διογένης Λεονταρίῳ τῇ τιμιωτάτῃ ἀδελφῇ χαίρειν. οὐ πεπαύσομαι γράφων περὶ ἧς πεποίηται καὶ ποιεῖταί μοι ἐπιβουλῆς ὁ Ἀντίνοος, ὡς καὶ ἐξείσχυται τὸν Σιβίτυλλον πεῖσαι ἀποστῆναί μου ἀλόγως καὶ ἐνκαταλιπεῖν με ἐπὶ ξένης, εἰδέτω οὖν ὁ Σιβίτυλλος, ὅτι ἀπαιτεῖται οὐ μόνον ἃ ἐσύλησέν μου εἴδη ἀποδιδράσκων, ἀλλὰ καὶ ἐκπέμπεται· τοιγαροῦν τοιγαροῦν ὅρα μὴ ὑποδέξῃ αὐτὸν εὶς τὴν οἰκίαν, μὴ καὶ σὲ συλήσῃ μείζω· μὴ ποιήσῃς αὐτὸν εἶναι ἐν τῇ θύρᾳ ἡμῶν ,ἀλλὰ μετάπεμψαι τοὺς ὑποδεξαμένους αὐτὸν καὶ ποίησον τούτους ἐκβαλεῖν αὐτὸν ἐκ τῆς οἰκίας α… συμφέρει αὐτ… …κατ… βιβλίδιον μου κατ’ αὐτοῦ ἐν τῆς …περι…επον… τουσ…εσω εν… δύο χωρὶς αὐτοῦ ἐπε… δραν αὐτοῦ ἰδίου …κατʼ Ἀμμωνίου το… τ…μου… διʼ ἑτέρ… Δημητρίου ἀν… ἄνδρας τυχ… στεφανηπλόκου σκ…εν…ς τῆς τραπέζης Ζωίλου τοῦ ἀδελφοῦ μου, διὸ γράφω σοι ἵν’ εἰδῇς καὶ ἀναζητήσῃς αὐτὰ καὶ κομισαμένη ἕκαστον τῶν ἐνγεγραμμένων ἐν αὐταῖς ἀνύσῃς καὶ δηλώσῃς μοι διὰ τάχους. ὁ μέντοι Ἀντίνοος τὸ καθόλον οὐ παρέρχεταί με, ἀλλὰ βούλεται, ὡς μανθάνω, ἀλόγως ἀποστῆναι· ἐρρῶσθαί σε εὔχομαι διὰ βίου· εὐτυχοῦσα καὶ ἐὰν πάντα οὗτος ποιῇ· οὔκ ἐστιν φροντὶς αὐτοῦ· οἱ γὰρ θεοὶ συντηροῦσι με καὶ συντηροῦσι, ἔστʼ ἄν πρὸς ὑμᾶς γένωμαι· τὰ τέκνα ἡμῶν ἐπιμελείας τυγχανέτω· προσαγόρευε τὴν μητέρα· Λεονταρίῳ παρὰ Διογένους ἀνδρός.