Ancient Greek
P.Heid. 4 306
Documentary Papyri, P.Heid. 4 306
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου τὸ …καὶ Θεοδοσίου τὸ ε τῶν αἰωνίων Αὐγούστων Χοιὰκ κ. Αὐρηλίῳ Φοιβάμμωνι Ἀντιόχου ναυάρχῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Μανασσῆς Παμάνου ἀπὸ ἐποικίου Μαλλίου τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Ὁνωρίου Θεοδοσίου τῶν αἰωνίων Αὐγούστων ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Θέωνα υἱὸν Πατᾶτος ἀπὸ τοῦ αὐτοῦ ἐποικίου παραμένοντα ἐν τῷ αὐτῷ ἐποικίῳ καὶ ὑπουργοῦντα πάντα τὰ γεουχικὰ ἔργα καὶ μὴ ἀπολιμπανόμενον, καὶ παραστήσω αὐτὸν ὅταν αἱρῇ ἐπὶ δημοσίου τόπου ἐπὶ τῆς πόλεως· εἰ δὲ μὴ αὐτὸν παραστήσω, ὑπεύθυνόν με εἶναι πᾶσι τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μανασσῆς Παμάνου ὁ προκίμενος ὤμοσα τὸν θεῖον ὅρκον καὶ ἐγγυῶμαι ὡς πρόκειται. …γρ…ον …ἀποχὴ Θέωνος πρὸς Φοιβάμμωνα.