Ancient Greek
P.Heid. 4 307 Ro
Documentary Papyri, P.Heid. 4 307
Not analysed yet
……λ…ι… Ἀπόλλωνος πόλεως μικρᾶς παρὰ Αὐρηλίου Πανισνεῦτος Ψαίου γεωργοῦ ἀπὸ κώμης Πώεως νομοῦ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ὀμνὺς τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Φλαυίων Οὐαλεντινιανοῦ Μαρκιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς τε καὶ ἐμφανείας παρὰ τῆς σῆς σπουδῆς Αὐρήλιον Φηῦν Μαρτυρίου ὁρμώμενον ἀπὸ τῆς αὐτῆς κώμης ἐφʼ ᾧ αὐτὸν μένειν καὶ ὑπουργεῖν ἀμέμπτως …