Ancient Greek
P.Heid. 4 308 Ro
Documentary Papyri, P.Heid. 4 308
Not analysed yet
……το… …τιτη… τοῦ κυρίου μου λαμπροτάτου ἡγεμόνος Φλαυίου Ἀντωνίου Δομιτιανοῦ διαστολέα τετάρτου πάγου τοῦ αὐτοῦ νομοῦ, ὃν καὶ παραστήσω ἀμέμπτως ἐκτελοῦντα τὸ φρόντισμα τοῦ διαστολέως μετὰ πίστεως καὶ ὑγιότητος καὶ μὴ ἀπολιμπανόμενον. ἐὰν δὲ ἀφυστερήσῃ καὶ μὴ παραστήσω, αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι ἢ ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης Ἁθὺρ κγ. Αὐρήλιος …ουθίου ὁ προκίμενος ἐγγυῶμαι καὶ παραστήσω ὡς πρόκιται. διʼ ἐμοῦ Ἐπωνύχου ἐγράφη. ὁμολογίας