Ancient Greek
P.Heid. 5 356
Documentary Papyri, P.Heid. 5 356
Not analysed yet
…ὑποκειμένων σοι εἰς τοῦτο τὸ χρέος πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων γενικῶς καὶ ἰδικῶς καθάπερ ἐκ δίκης. τὸ γραμματεῖον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνδρέας Φοιβάμμωνος διάκονος ὁ προκείμενος ἔσχον καὶ πεπλήρωμαι τῆς τελείας τιμῆς τῶν τοῦ οἴνου κνιδίων διακοσίων ἑξήκοντα καὶ ἀποδώσω ἐν τῇ προθεσμίᾳ καὶ πείθομαι πᾶσι ὡς πρόκειται. Αὐρήλιος Γεννάδιος Σερήνου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Βίκτωρ Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματίῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἀνοῦφις Κύρου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματίῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Παῦλος Πινουτίωνος πρωτουράριος δημοτῶν Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματίῳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἑρμοῦ ἐγράφη διὰ Λάμμωνος βοηθοῦ …ἀπὸ ἐποικίου Ταπαρὰτ οἴνου κνιδίων σξ