Ancient Greek
P.Heid. 5 357
Documentary Papyri, P.Heid. 5 357
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Σαβινιανοῦ καὶ Θεοδώρου τῶν λαμπροτάτων Μεχεὶρ κ ἰνδικτίονος. Αὐρήλιοι Κορνήλιος Πευῆτος μητρὸς Οβι… καὶ Πινουτίων Λιλοῦτος καὶ Σόις Ἰωάννου ἀπὸ ἐποικίου Νομενίου ἐπὶ τῆς Ἔρωτος τοῦ Ἑρμοπολίτου Αὐρηλίῳ Παύλῳ προνοητῇ ἀπὸ Ἑρμοῦ πόλεως χαίρειν. ὁμολογοῦμεν πεπληρῶσθαι παρὰ σοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας τιμῆς …κριθῶν ἀρταβῶν ὀκτώ, γίνονται κριθῶν ἀρτάβαι η, ἅσπερ σοι μετρήσομεν τῷ Ἐπεὶφ μηνὶ τῆς εἰσιούσης πρώτης ἰνδικτίονος ἐν κριθῇ νέᾳ καθαρᾷ κεκοσκινευμένῃ μέτρῳ Ἀθηναίῳ ἐφʼ ἁλώνων τῆς αὐτῆς κώμης ἀνυπερθέτως, ὑποκειμένης σοι εἰς τοῦτο τὸ χρέος πάσης ἡμῶν τῆς ὑποστάσεως καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Κορνήλιος Πευῆτος καὶ Σόις Ἰωάννου καὶ Πινουτίων Λιλοῦ οἱ προκείμενοι ἔσχομεν καὶπεπληρώμεθα τὰ τῆς κριθῆς ὀκτὼ καὶ ἀποδώσομεν ἐν τῷ καιρῷ ὡς πρόκειται. Αὐρήλιοι Σαραπίων Πεκυσίου καὶ Ὧρος …καὶ Ἀνούθης Παχυμίου οἱ τρεῖς μαρτυροῦμεν τῷ γραμματίῳ ἀκούσαντες παρὰ τῶν θεμένων. Αὐρήλιος Πινουτίων Λιλoῦ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. διʼ ἐμοῦ Πινουτίωνος ἐγράφη. χειρόγραφον Κορνηλίου …