Ancient Greek
P.Heid. 5 359
Documentary Papyri, P.Heid. 5 359
Not analysed yet
…ὁμολογῶ παρασχεῖν ὑπὲρ μὲν ἑνὸςτρίτου νομίσματος οἴνου ὀκτωξεστιαῖα σηκώματα ὀγδοήκοντα, ὑπὲρ δὲ τρίτου νομίσματος κριθῆς ἀρτάβας ἕνδεκα, καὶ ὑπὲρ τοῦ ἄλλου τρίτου νομίσματος λαχανοσπέρμου ἀρτάβας δύο ἥμισυ, γίνεται χρυσοῦ νομίσματα β εἰς οἴνου ὀκτὼ ξεστιαῖα σηκώματα π καὶ κριθῆς ἀρτάβας ια καὶ λαχανοσπέρμου ἀρτάβας β 𐅵. τὰ μὲν γενήματα νέα καθαρὰ κεκοσκινευμένα μέτρῳ τῷ σῷ ἐπάναγκες ἀποδώσω σοι ἐν τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους …τῆς παρούσης ἕκτης ἰνδικτίονος, τὸν δὲ οἶνον παρὰ ληνὸν ἀπὸ γλεύκους ἀδόλου ἑτοίμως ἔχομεν παρασχεῖν σοι ἐν τῇ τρύγῃ τοῦ Μεσορὴ μηνὸς τῆς αὐτῆς ἕκτης ἰνδικτίονος …