Ancient Greek
P.Heid. 5 358
Documentary Papyri, P.Heid. 5 358
Not analysed yet
……χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν τὴν πρὸς ἀλλήλους συμπεφωνημένην καὶ ἀρέσασάν μοι τιμὴν πλήρης οἴνου …ου πενταξεστιαίων, ἐκ τοῦ αὐτοῦ κτήματος σηκωμάτων διακοσίων, γίνεται οἴνου σηκώματα σ, ὅνπερ οἶνον παρὰ ληνὸν ἀπὸ γλεύκους ἀδόλου σου παρέχοντος τὰ κοῦφα ἐπάναγκες ἀποδώσω σοι ἐν τῇ τρύγῃ τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ἔτους σα ρο τῆς τρίτης ἰνδικτίονος, οἴνου ῥυσεως τῆς σὺν θεῷ τετάρτης ἐπινεμήσεως ἀνυπερθέτως. ἀναδέχομαι δὲ τὴν τοῦ οἴνου καλλονὴν καὶ παραμονὴν μέχρι ὅλου τοῦ Τῦβι μηνὸς …