Ancient Greek
P.Heid. 6 382
Documentary Papyri, P.Heid. 6 382
Not analysed yet
……Διοφαντ… Ζωπύρωι ἐπιμελητῆι …παρὰ Δωσίθεου τοῦ …φυλακίτου δεκαρούρου τῶν ἐκ Σαμαρείας. τοῦ κλήρου μου ὄντος περὶ τὴν αὐτὴν κώμην καὶ ἐν τῆι γενηθείσηι ἐν τῶι κδ ἔτει γεωμετρίαι γεωμετρηθέντος ὑπὸ Πετῶτος τοπογραμματέως καὶ Ἀπύγχιος τοῦ κωμογραμματέως καὶ ἄλλων τῶν εἰθισμένων καθόλου τε μηθενὸς εὑρεθέντος πλεονάσματος, ἀλλʼ ἐκ τῶν ἐναντίων ἐλάσσονος, νυνὶ Διόφαντος ὁ γραμματεὺς τῶν γεωργῶν ἐπιβολὴν ἐσχηκὼς διασεῖσεί με παρὰ τὸ καθῆκον παραγράφει ὡς ἔχοντα πρὸς τῶι κλήρωι ἄρουραν α καθόλου οὔτε τοῦ κωμογραμματέως ἀναφέροντος οὐδὲ διὰ λογιστηρίου ἀναφερομένου. πρὸς δὲ τὰ ἐκφόρια παρὰ λόγον περισπώμενος καὶ προσδεόμενος τῆς σῆς μισοπονηρίας ἀξιῶ, ἐὰν φαίνηται, γράψαι Πετῶτι τῶι τοπογραμματεῖ, ἐάνπερ ὦ διὰ τῆς προγεγονυίας διʼ αὐτοῦ ἐπισκέψεως μηδὲν ἔχων πλεόνασμα, προνοηθῆναι, ὡς ἀπερίσπαστος ἔσομαι τῶν ἐκφορίων τῆς παρὰ λόγον προσαγομένης ὑπὸ τοῦ Διοφάντου ἀρούρας α. τούτων δὲ γενομένων τεύξομαι τῶν εὐγνωμόνων. εὐτύχει.