Ancient Greek
P.Heid. 6 383
Documentary Papyri, P.Heid. 6 383
Not analysed yet
Ὄλυμπος Μυσὸς τῶν Πτολεμαίου τοῦ Ναυτᾶ τῆς πέμπτης ἱππαρχίας ἑκατοντάρουρος Πτολεμαίωι …ι τῆς πέμπτης ἱππαρχίας ἑκατονταρούρωι χαίρειν. ἀπέχω παρὰ σοῦ τιμὴν πυρῶν ἀρταβῶν πεντακοσίων χαλκοῦ δραχμὰς τρισχιλίας ,ἃς ἀπομετρήσω σοι ἐν τῆι Καινῆι πυρὸν ἀρεστὸν ἕως Φαῶφι δεκάτης τοῦ τεσσαρεσκαιδεκάτου ἔτους ὡς δʼ αἱ πρόσοδοι τοῦ ιε ἔτους μέτρωι δικαίωι καὶ ἐμβαλοῦμαι εἰς τὸ πλοῖον ἰδίοις ἀναλώμασιν. ἐὰν δὲ μὴ ποιῶ καθότι γέγραφα, ἀποτείσω τὴν τιμήν, ἣν εἴληφα, παραχρῆμα ἡμιόλιον. …ἔρρωσο. ἔτους ιδ Θωῦθ θ. Ὀλύμπου πυρῶν ἀρτάβαι φ δραχμῶν Γ ἕως Φαῶφι ι τοῦ ιδ ἔτους Πτολεμαίωι