Ancient Greek
P.Heid. 8 412
Documentary Papyri, P.Heid. 8 412
Not analysed yet
Παρμενίωνι, εἰσαγωγεῖ τοῦ ἐν Ἡρακλέους πόλει κληρωτοῦ δικαστηρίου, παρὰ Μεγιστέως Μακεδόνος τῶν Αὐτομέδοντος λοχαγοῦ. τὴν ἀποδεδικασμένην ἔρημον τὸ πρῶτον δίκην ἐν τῶι ἐν Ἡρακλέους πόλει κληρωτῶι δικαστηρίωι, ἣν ἐγραψάμην …ι Μαχάτου Μακεδόνι τῆς ἐπιγονῆς κατὰ συγγραφὴν δανείου τιμῆς πυρῶν ἀρταβῶν ρ, δραχμῶν τρισμυρίων ,ἀναδικῶ ἐν ταῖς κατὰ τὸ διάγραμμα ἡμέραις καλεσάμενος τὸν ἀντίδικον εἰς τὴν ἀναδικίαν …ν κλητόρων Βίθυος Θραικὸς τῶν Ἀντιμάχου π… καὶ Βίθυος Θραικὸς τῶν Διοσκουρίδου ἰδιώτου. ἔτους κ Ξανδικοῦ ιβ. ἦν δὲ Βίθυς ὡς ἐτῶν λα, μέσος, μελίχρως, τετανός, ὑποχάροπος, ἐπίγρυπος· Βίθυς ὡς ἐτῶν κε, μέσος, μελίχρως, τετανός, ὑποχάροπος, ἔνσιμος.