Ancient Greek
P.Heid. 8 413
Documentary Papyri, P.Heid. 8 413
Not analysed yet
ὡς ἐτῶν …,μελίχρως, τετανός, ὑπόσκνιπος, ἔνσιμος. Σίλας Πτολεμαίου Θρᾶιξ τῆς ἐπιγονῆς. μαρτυρεῖ Αὐτομένει, πρὸς ὃν καθίσταται Κότυς. κατοικῶ ἐν κώμηι Ὀννῆι τοῦ Ἡρακλεοπολίτου νομοῦ καὶ οἶδα μετὰ τὸ ἐγλιπεῖν Κότυν καθʼ οὗ μαρτυρῶ ἣν ἐμισθώσατο παρὰ Αὐτομένους κατὰ συγγραφὴν ἐκ τοῦ κλήρου αὐτοῦ γῆν, κατεσκαφότα ἐν τῶι κε ἔτει Φαμενὼθ Αὐτομένην ὧι μαρτυρῶ μετὰ τῶν υἱῶν αὐτοῦ ἀπὸ τῆς ἐν τῶι κλήρωι αὐτοῦ γῆς ἧς ἐμίσθωσεν τῶι Κότυι γῆς χέρσου ἄρουραν μίαν καὶ τὴν προειρημένην ἄρουραν κατειργασμένον τὸν Αὐτομένην καὶ καταπεφυτευκότα …θωι. ἔτους β Παῦνι γ. φέρει Αὐτομένει πρὸς Κότυν ἐπὶ τὸ δικαστήριον. Σίλου