Ancient Greek
P.Hels. 1 10
Documentary Papyri, P.Hels. 1 10
Not analysed yet
Διονυσίωι οἰκονόμωι παρʼ Εὐβίου τοῦ Κτησίππου ὑπαρχιφυλακίτου. ἀπογράφομαι τὸν ὑπάρχοντά μοι περιστερεῶνα ἔρημον τὸν ὄντα περὶ κώμην Καλατη. ἀξιῶ κατατάξαι μου τὴν ἀπογραφὴν παρὰ σοὶ ἐν χρηματισμῶι ἵνα μὴ ἐξ ὑστέρου συκοφαντῶμαι. εὐτύχει ἔτους ιθ Θῶυθ ιθ