Ancient Greek
P.Hels. 1 11
Documentary Papyri, P.Hels. 1 11
Not analysed yet
Διονυσίωι οἰκονόμωι παρὰ Ἀύγχιος τῆς Νεχθεμβέους τῶν ἐξ Ἡρακλέους πόλεως. ἀπογράφομαι κατὰ τὸ ἐκτεθὲν πρόσταγμα ἐν τῶι ιθ ἔτει τὰ πεφυτευμένα ἐν τῶι ὑπάρχοντί μοι ἀμπελῶνι περὶ κώμην Θμοιναυσῖριν τοῦ Πέραν ἐν τῶι Σωστράτου κλήρωι ἱππικῶι ῥόδον καὶ συκᾶς καὶ ῥοὰς καὶ μηλέας β ἐπὶ τοῦ χώματος, ὧν τάξομαι τὴν ἕκτην ἐν τῶι δέοντι καιρῶι. διὸ ἀξιῶ συντάξαι καταχωρίσαι …