Ancient Greek
P.Herm. 11
Documentary Papyri, P.Herm. 11
Not analysed yet
Μέγας Ὀλυμπίῳ χαίρειν. θαυμάζω πῶς ἐπελάθου τῶν ἐμῶν ἐντολῶν, ὧν πολλάκις σοι κατʼ ὄψιν ἐνετειλάμην, περὶ τοῦ συνεχῶς μοι δηλῶσαι πρῶτον μὲν περὶ τῆς σωτηρίας σου, ἔπειτα περὶ πάντων ὧν ἔπραξας ἐν Σαρβιττίῳ, εἰδὼς ὅτι οὐ μικρῶς ἀγωνιῶ. καίτοι γε πολλῶν κατερχομένων πρὸς ἐμέ καὶ ἂν νῦν οὖν πάντα ὑπερθέμενος γράψον μοι περὶ πάντων τῶν κατὰ σὲ καὶ ἀσφαλῶς πάντα ποίει καὶ ἐὰν εὕρῃς ὁλοκοττίνους ἀγοράσαι, ὅλον τὸ ἀργύριον ἀγόρασον, ἵνα εὐχερῶς κατέλθῃς μετʼ αὐτῶν πρός με. φιλονί κησον μέντοι γε πάντα διοικῆσαι καλῶς καὶ ἀσφαλῶς καὶ οὕτως κατελθεῖν πρὸς ἐμὲ πρὸ τοῦ χειμῶνος. ἐρρῶσθαι, δέσποτα, σὲ εὔχομαι.