Ancient Greek
P.Herm. 12
Documentary Papyri, P.Herm. 12
Not analysed yet
Διομήδης Σερήνωι τῶι τιμιωτάτωι υἱῷ χαίρειν. τὴν ἀπὸ σοῦ γενησομένην πρὸς ἡμᾶς σπουδὴν ἀκριβῶς ᾔδειν καὶ παρʼ Ἡλιοδώρου ὁμοίως ἐπυθόμην καὶ ἀπὸ τῶν σῶν γραμμάτων, οἷς πιστεύσας καὶ τῇ τοῦ τεχνίτου ἐπαγγελίᾳ Κρητικὴν ὑπολαμβάνω ἐσχηκέναι, καὶ οὕτως ἐπὶ τοῦ ἔργου φανῆναι εὔχομαι, εἰ καὶ ἀπὸ τῆς πολλῆς κατεργασίας τὰ κροκύδια πλείονα ἐγένετο τῆς καθαρᾶς. ἐρρῶσθαί σε εὔχομαι καὶ ἐπιστέλλειν περὶ ὧν ἐὰν θέλῃς. ἀσπάζεταί σε Δημήτριος καὶ πάντες οἱ ἐμοὶ καὶ οἱ φίλοι καὶ γνώριμοι. ἔρρωσό μοι, τιμιώτατε. Ἐπειφ β… Σερήνωι φίλωι