Ancient Greek
P.Herm. 13
Documentary Papyri, P.Herm. 13
Not analysed yet
κυρίῳ μου πατρὶ Πέτρῳ Παπνούθιος χαίρειν. καθὼς παρατέθηκά σοι τὸ μαρσίππιν τοῦ κέρματος, ἀπόδος αὐτὸτῷ ἀναδιδόντι σοι ταῦτά μου τὰ γράμματα· τῷ γὰρ ἀποσταλέντι ὑπέρ μου οὐκ ἔδωκας. νῦν οὖν ἀπόδος αὐτὰ ἄρτι, ὅτι ἐν ἀποδημίᾳ εἰμὶ καὶ οὐ δύναμαι ἐλθεῖν ἐπʼ αὐτά, χρείαν αὐτῶν ἔχων. ἀσπάζομαί σε ἐγὼ Νιλάμμων ὁ γράψας τὴν ἐπιστολὴν καὶ πάντας τοὺς ἀδελφοὺς κατʼ ὄνομα.