Ancient Greek
P.Herm. 16
Documentary Papyri, P.Herm. 16
Not analysed yet
…πρεσβύτερον καὶ συγχώρησον αὐτῷ …λ… τύπου ?,ἐπειδὴ οὐκ ὀλίγως θλίβεται· μὴ ἀποτύχω οὖν τῆς ἐμῆς παρακλήσεως. πρὸ πολλοῦ γὰρ τοῦ χρόνου ἔλαβεν τὴν ἐλευθέραν αὐτοῦ καὶ, ὡς νομίζω, οὐ δύναται ἐκβαλεῖν αὐτήν. παρακαλῶ οὖν ὑμᾶς σπλαγχνίσαι ὑπὲρ τῆς αὐτοῦ ταλαιπωρίας καὶ δοῦναι αὐτῷ τύπον τοῦ εἰσελθεῖν εἰς τὸν τόπον αὐτοῦ· τὸ δὲ πλεῖστόν μου τῶν γραμμάτων, προσκυνῶ τὰ ἴχνη τῆς ὑμετέρας πατρικῆς δεσποτείας ἄχρι θέας, δέσποτα, ἁγιώτατε πάτερ.