Ancient Greek
P.Herm. 17
Documentary Papyri, P.Herm. 17
Not analysed yet
τῷ κυρίῳ μου θεοσεβεῖ Ἄπα Ἰωάννῃ Λεῦχις Μαλάμου. ἡ χρηστότης σου κατέλαβεν πάντας τοὺς μὴ δυναμένους· καὶ ἐμὲ φθάσῃ ἡ ἐλεημοσύνην σου, κύριε. μετὰ τὸν Θεὸν τὴν σὴν βοήθειαν προσδοκῶ, ἵνα ἀξιώσῃς τὸν τριβοῦνον τῶν Γούνθων καὶ ἄρῃ αὐτὰς ἀπὸ τῆς οἰκίας μου, ἐπεὶ χήρα γυνή εἰμι. κύριέ μου, διὰ τὸν Θεὸν ποίει.