Ancient Greek
P.Herm. 18
Documentary Papyri, P.Herm. 18
Not analysed yet
…τοῖς τρίτον ἐσομένοις ὑπάτοις πρὸ η εἰδῶν Δεκεμβρίων, Χοιὰκ θ. παρελθόντος Φίρμου καὶ προσενεγκόντος Πατρίκιον, Κλημάτιος ῥήτωρ εἶπεν· Φίρμῳ τῷ παρελθόντι οἰκέτης ἐστὶν Πατρίκιος· τοῦτον προσάγων δεῖται περὶ τῆς τύχης ἐρωτᾶσθαι. ὑπομνηματογράφοι Πατρικίῳ εἶπον· δοῦλος εἶ ἢ ἐλεύθερος; ἀπεκρίνατο· δοῦλος. ὑπομνηματογράφοι αὐτῷ εἶπον· τίνος; ἀπεκρίνατο· Φίρμου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· πόθεν σε ἐκτήσατο; ἀπεκρίνατο· ἀπὸ Ῥεσκούπου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· παρὰ τίνος; ἀπεκρίνατο· παρὰ Νεικοστράτου. ὑπομνηματογράφοι αὐτῷ εἶπον· ἡ μήτηρ σου δούλη ἐστίν; ἀπεκρίνατο· ναί. ὑπομνηματογράφοι αὐτῷ εἶπον· τί καλεῖται; ἀπεκρίνατο· Ἡσύχιν. ὑπομνηματογράφοι αὐτῷ εἶπον· ἀδελφοὺς ἔχεις; ἀπεκρίνατο· ναί, ἕνα ,Εὐτύχιον. ὑπομνηματογράφοι αὐτῷ εἶπον· δοῦλός ἐστιν καὶ αὐτός; ἀπεκρίνατο· ναί. Κλημάτιος ῥήτωρ εἶπεν· προδήλου γενομένης καλῆς αἱρέσεως τοῦ ἀνδραπόδου τὰ ἀρχεῖα συνχρηματίζειν προστάξατε. Ἐλπίδιος ἔναρχος ὑπομνηματογράφος καὶ Ἀνατόλιος ἀπὸ ὑπομνηματογράφων διαδεχόμενος τὴν ἀπουσίαν …υ ἐνάρχου ὑπομνηματογράφου εἶπον· κινδύνῳ τοῦ προσκεκομικότος χωρὶς προκρίματος τῆς ἀληθείας συνχρηματιεῖ τὰ ἀρχεῖα ἀκολούθως τοῖς ὠνητικοῖς γραμματείοις, προνοουμένου τοῦ ὠνουμένου τῆς ἑαυτοῦ ἀσφαλείας.