Ancient Greek
P.Herm. 7
Documentary Papyri, P.Herm. 7
Not analysed yet
τῷ δεσπότῃ μου ἀγαπητῷ Ἄπα Ἰωάννῃ. εὐχαριστῶ τῷ Θεῷ καὶ τῷ περὶ σοῦ βοηθήσοντί μοι ὑπὸ σοῦ καὶ ὑπὸ τοῦ Θεοῦ· πᾶσαι γὰρ ψυχαί ἔζων σοι διὰ τὴν εὐσέβειαν πρὸς τὸν παντοκράτορα. νῦν οὖν βοήθησόν μοι· γράψον μίαν ἐπιστολὴν πρὸς Ψόϊδα ἀπὸ Ταετὼ ἀπὸ τριβούνων, ἵνα ἀπολύωμαι εἰ μὴ ἀπολυθήσομαι. ἤδη γὰρ ὁ υἱὸς Ψόϊδος ἀπῄτησέ με χρυσοῦ νομισμάτια ζ καὶ αὐτοῦ βοηθὸς ἄλλο χρυσοῦ νομισμάτιον α· ἔλαβες γὰρ παρʼ ἐμοῦ ἵνα ἀπολύωμαι καὶ οὐκ ἀπέλυσάν με. ἀξιῶ τὸν Θεὸν ἵνα ἢ ἀπόλυσόν με ἢ παράδος μοι τὰ χρυσοῦ νομισμάτια η. ἐγὼ γάρ εἰμι Ψόϊς κυλλὸς ἀπὸ κώμης Πούχεως τοῦ Ἀνταιουπολίτου νομοῦ. νῦν οὖν μὴ ἀμελήσῃς, δέσποτα, διὰ τὸν Θεόν. ἤδη γὰρ τὰ τέκνα μου ἔδωκας ὑποθήκας τῷ δανειστῇ διὰ τὸ χρυσάφιν. καὶ οὐδέποτε στρατεύομαι ἀνίκανος, ἐπεί ἐστί μοι πλέα ἀφορμὴ παρὰ δάκτυλον καὶ οὐ πεπύωται οὐδὲ οὐ ἐσφραγισμένος. ἀπόδος τῷ δεσπότῃ ἀναχωρητῇ Ἰωάννῃ.