Ancient Greek
P.Herm. 8
Documentary Papyri, P.Herm. 8
Not analysed yet
τῷ δεσπότῃ μου τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ Ἄπα Ἰωάννῃ Η… Ἀβραὰμ ἐν κυρίῳ Θεῷ χαίρειν. ὡς καὶ πιστεύω ὅτι μέλεται μου καὶ τοῦ οἴκου μου σοι, εὐχαριστῶ τῇ σῇ θεοσεβείᾳ · οὕτω καί σου τὸ ἱερὸν πρόσωπον ἐν τῇ διανοίᾳ μου γίγνωσκέ με ἔχειν. προσαγορεύω σου τοιγαροῦν τὴν εὐλάβειάν διὰ τούτων μου τῶν γραμμάτων, παρακαλῶν ὅπως μνημονεύῃς καὶ ἐμοῦ τοῦ σε προσκυνοῦντος καὶ παντὸς τοῦ οἴκου μου ἐν αἷς ἀναπέμπεις ἀεὶ καὶ καθʼ ἡμέραν εὐχαῖς τῷ κυρίῳ σωτῆρι ἡμῶν. πέποιθα γὰρ ὡς διὰ τῶν ἁγιωτάτων σου εὐχῶν καὶ τοῦ καμάτου τούτου ἐν ᾧ ἐσμὲν ἐλευθερωθῆναι καὶ ἐπανελθεῖν πρὸς ὑμᾶς. λοιπόν, δέσποτα, ἀληθῶς Θεοῦ ἄνθρωπε, καταξίωσον ἐν μνήμαις ἔχειν ἡμᾶς. προσαγόρευε παρʼ ἐμοῦ πάντας τοὺς σὺν σοὶ κάμνοντας ἀδελφούς. ὁ παντοκράτωρ Θεὸς διαφυλάξῃ σε ἐπὶ πολὺν χρόνον ἡμῖν τοῖς ἁμαρτωλοῖς, ἵνα διὰ τῶν σῶν ἁγιωτάτων εὐχῶν διασωθῶμεν διὰ τοῦ βίου. τῷ δεσπότῃ μου τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ Ἄπα Ἰωάννῃ.