Ancient Greek
P.Herm. 9
Documentary Papyri, P.Herm. 9
Not analysed yet
τῷ δεσπότῃ μου πατρὶ Ἰωάννῃ ἀποτακτικῷ Χαιρήμων. προηγουμένως προσαγορεύω τὴν ἀμίμητόν σου διάθεσιν, δέσποτα, καὶ παρακαλῶ σε ὡς ἐν τῇ προσευχῇ μνησθῇς ἐμοῦ τοῦ Χαιρήμονος. τοῦτο δὲ εἰ ποιήσειας, ἔσει μοι τὰ μέγιστα χαριζόμενος. καὶ εὐλόγησόν με καὶ εὖξαι τῷ κυρίῳ μου Θεῷ νυκτὸς καὶ ἡμέρας περὶ ἐμοῦ. ἀσπάζομαι τοὺς ἀγαπητοὺς καὶ τοὺς φιλοῦντας τὸν λόγον τοῦ Θεοῦ τοῦ κυρίου μου. ἐν πίστει ἔχε …ἀλλὰ μετὰ τὸν ὕψιστον Θεὸν ἐπανάκειμαι τῇ σῇ θεοσεβείᾳ καὶ πέπεισμαι ὡς ταῖς σαῖς εὐχαῖς οὐδὲν δύναμαι σφαλῆναι . τῷ δεσπότῃ μου ἀδελφῷ Ἰωάννῃ Χαιρήμων