Ancient Greek
P.Hib. 1 29
Documentary Papyri, P.Hib. 1 29
Not analysed yet
…περ καὶ τ…λη. ὅταν δὲ κ… τὸ ἀνδράποδον καὶ διπλοῦν ἀπὸτινέτω. ἐὰν δέ τις ἀλλα…υ…ν ἢ μὴ ἀπογράψηται διὰ τῶν ἀγορανομίων ἢ τὰ τέλη διαφυγών τινι καταφανῆι ἐπὶ βλάβηι τοῦ τελώνου στερέσθω τοῦ ἀνδραπόδου, ἐὰν δὲ ἀντιλέγηι κριθήτωσαν ἐπὶ τοῦ ἀποδεδειγμένου κριτηρίου, τῶι δὲ μηνύσαντι ἔστω τὸ τρίτον μέρος πραθέντος τοῦ ἀνδραπόδου· ἐὰν δὲ ὁ ὑφαιρεθεὶς μηνύσηι ἐλεύθερος ἔστω καταβαλὼν τὰ γινόμενα τέλη. γραφέσθωσαν δὲ καὶ ταύτας τὰς ὑποθέσεις ὅ τε γραμματεὺς τῶν ἀγορανόμων καὶ ὁ ἀντιγραφεὺς καὶ ὁ τελώνης, ὁ δὲ τελώνης τοῦτο τὸ γραμματεῖον γράψας εἰς λεύκωμα μεγάλοις γράμμασιν ἐκτιθέτω πρὸ τοῦ ἀγορανομίου ἑκάστης ἡμέρας, ἧι δʼ ἂν ἡμέραι ἡ ἔκθεσις μὴ γίνηται ἀποτινέτω δραχμὰς …ἐπίτιμον, προσαποτινέτω δὲ καὶ ……λομε… …εως ……η…ω… …αιτ… …κατ…τ… …εω…ς ἐλάσσονος ἀπογραψασθ …απα…α…ιου…ωνται ἐν ἡμέραις ιθ …δοκιμασταὶ παρευρέσει ᾑτινιοῦν …ετελ… τῆς ἀρχῆς ο…ν στερέσθω τοῦ κτήματος …κος…τιμητας. κήρυκας δὲ καὶ ὑπηρέτας καθίστω ὁ τελώνης …δων ὑπηρετῆι κηρύσσηι ἢ ὑπηρετῆι μὴ κατὰ τὰ προστεταμένα ἀποτείσει δραχμὰς ρ προσκαταβάλλειν δὲ παντας… …δοκιμαστικῶν ἑνὸς τούτου τοῦ τέλους τῶι ……ὁ τελώνης τῶι βασιλεῖ πρασσέτω ἐξ οὗ ἂν τ…α …τον μέρος μηθένα ὑπόλογον ποιούμενος, ἐὰν δὲ …ὁ ἀντιγραφεὺς τῶι τελώνηι μὴ ἐξέστω ……καὶ ἄκυρος αὐτῶι ἔστω ἡ σύνταξις, ἐὰν δὲ ……πράσσων πράξηι …ηρεται τ…ν τ…τε… ωστακτ…ωσαναπ… ὁ δὲ ἀντιγραφεὺς καὶ ὁ τελώνης …γραφόντων καὶ καὶ τῆι ὑστεραίαι πρὸ τοῦ ἀγορανομίου ἐκτιθέτωσαν καθʼ ἡμέραν σύμβολον διπλοῦν σφραγισάμενοι …τη… δραχμ ι, ἐὰν δὲ μὴ συνσφραγίζωνται …κατὰ τὰ γεγραμμένα εἰσπραχθήτω ἑκάτερος αὐτῶν δραχμὰς …καὶ ἐξουσία ἔστω τῶι τελώνηι ἀντειπεῖν …ἀναφερέτω δὲ καὶ τὰ λελογευμένα …κ…ωι ἐπὶ τὴν βασιλικὴν τράπεζαν …ε… βασιλικῆς τραπέζης λόγου τ… …ω εἰς τὸ λογιστήριον γράφων πόσα τε ἤδη πέπτωκεν ἐπὶ τὴν τράπεζαν καὶ τί ὀφείλεται αν… …τῶι τέλει ……μενου… …σαι το… …ας ……ται κ… …νε…