Ancient Greek
P.Hib. 1 30
Documentary Papyri, P.Hib. 1 30
Not analysed yet
……Μακεδὼν τῶν Ἀλεξάνδρου ……Νικάνορι Μακεδόνι ……τῶν Ἀλεξάνδρου χιλιάρχωι ……ὅτι ὀφείλων δραχμὰς τλ κατὰ συγγραφὴν ……ς… …το επι… …ιδετι…ν …ισον ομο …ν…ρους …ον ……τρων ……τῶν Ἀλεξάνδρου δεκανικὸς Περδίκκαι Μακεδόνι τῶν Ἀλεξάνδρου. δηλῶ σοι ὅτι ὀφείλων μοι κατὰ συνγραφὴν δραχμὰς …ὧν ἔγγυός ἐστιν Ἀντίγονος Λιμναίου ταύτας ἀπαιτούμενος ὑπό μου πολλάκις οὐκ ἀποδίδῳς οὔτε τῶι πράκτορι ἠβούλου ἐξομολογήσασθαι, διὸ δικάζομαί σοι τοῦ ἀρχαίου καὶ τόκου δραχμῶν Αν. τίμημα τῆς δίκης δραχμαὶ Αν. κλήτορες …καφυσιος Κῷος τῶν Ἀλεξάνδρου ἰδιώτης …λαος Μένωνος Θρᾷξ τῆς ἐπιγονῆς. …ἔτους …ἐφʼ ἱερέως φιλίσκου τοῦ Σπουδαίου μηνὸς …ου ιδ. ἡ δίκη σοι ἀναγραφήσεται ἐν τῶι ἐν Ἡρακλέους πόλει δικαστηρίωι ἐνώπιον …ἔκπλωι. διʼ Ἐπιμένους.