Ancient Greek
P.Hib. 1 39
Documentary Papyri, P.Hib. 1 39
Not analysed yet
Ξάνθος Εὐφράνορι χαίρειν. σύνταξον μετρῆσαι διὰ Κιλλέους Ὥρωι εἰς κοντωτὸν βασιλικὸν ἐφʼ οὗ ναύκληρος καὶ κυβερνήτης αὐτὸς Ὧρος τὸν ἐπιτεταγμένον σῖτον τῶι Ἀλεξάνδρου καὶ Βρομένου κλήρωι καὶ Νικοστράτου καὶ Παυσανίου, σύμβολον δὲ ὑμῖν γραψάσθω Κιλλῆς ἢ ὁ ναύκληρος καὶ δεῖγμα σφραγισάσθω, καὶ ἡμῖν ἀνενέγκατε. ἔρρωσο. ἔτους κα Θωὺθ ι. Εὐφράνορι