Ancient Greek
P.Hib. 1 40
Documentary Papyri, P.Hib. 1 40
Not analysed yet
Πολέμων Ἁριμούθηι χαίρειν. περὶ τῶν συμβόλων γεγράφαμεν Κρίτωνι καὶ Καλλικλεῖ ἵνα γένηται ὡς ἐπέσταλκας. ἐπίστασο μέντοι ἀκριβῶς ὅτι τῆς κριθῆς ἧς συγγέγραψαι τιμῆς δώσειν δραχμὴν μίαν οὐθείς σοι μὴ πληρώσηι· καὶ γὰρ οἱ παρὰ Κερκίωνος ἔχουσιν ἤδη ἐν παραγραφῆι ἐκ τοῦ λογιστηρίου. ἔρρωσο. ἔτους κδ Ἐπὴφ κα. Ἁριμούθηι.