Ancient Greek
P.Hib. 1 41
Documentary Papyri, P.Hib. 1 41
Not analysed yet
Πολέμων Ἁριμούθηι χαίρειν. ἀπεστάλκαμεν πρὸς σὲ Μνάσωνα τὸν δοκιμαστὴν μετὰ φυλακῆς. διεγγυήσας οὖν αὐτὸν παραμονῆς δραχμῶν Α ἄφες αὐτὸν εἰσαγαγεῖν τὰ ὀφειλήματα καθὰ σύγκειται πρὸς ἡμᾶς, τὸ πρόστιμον αὐτῶι συμβαλὼν παρὰ σαυτοῦ ὅσους μὴ ἐπιτρέψεις ἀποβιάζεσθαι αὐτὸν καὶ …σε…μ…, καὶ συνεπιλαμβάνου αὐτῶι πρὸς τὸ εἰσαχθῆναι πάντα, καὶ ἡμῖν ἐπίστειλον ὅτι παρείληφας αὐτὸν παρὰ τῶν παρʼ ἡμῶν μαχίμων καὶ ὅτι διεγγυήσεις αὐτὸν τῶν Α δραχμῶν, ἐπιμέλειαν δὲ ποίησαι ὅπως καὶ τὸ ὑπάρχον ἔλαιον διʼ αὐτοῦ ἤδη πραθῆι καὶ ἡ τιμὴ ἀνακομισθεῖσα πέσηι ἐπὶ τὴν βασιλικὴν τράπεζαν. ……Ἁριμούθηι.