Ancient Greek
P.Hib. 1 62
Documentary Papyri, P.Hib. 1 62
Not analysed yet
Φίλιππος Πτολεμαίωι χαίρειν. …κακοῦργον τὸν τὴν λείαν ποιήσαντα ἐπικαλεῖ Τνᾶς Ἁρνούφιος, ὃν συντέταχα τῶι ἀρχιερεῖ τῶν ἐν Θώλτει παραδοῦναί σοι. ὡς ἂν λάβῃς τὰ γράμματα λαβὼν αὐτὸν τὸ τάχος ἀποκατάστησον πρὸς ἡμᾶς ἐν Ὀξυρύγχων πόλει, καὶ ὅπως μὴ ἄλλως ἔσται. ἔρρωσο. ἔτους β Παῦνι κ. Πτολεμαίωι.