Ancient Greek
P.Hib. 1 63
Documentary Papyri, P.Hib. 1 63
Not analysed yet
Κρίτων Πλουτάρχωι χαίρειν. παραγενόμενος πρὸς μὲ Νίκαιος ἀπῇτει τὴν τιμὴν τοῦ σπέρματος οὗ ἔφη ἐμβεβληκέναι εἰς τὸν Πρωταγόρου κλῆρον ἐτῶν γ ἀρταβῶν λγ, εἰ δὲ μὴ, ἔφη καθέξειν τὸν χόρτον μου τὸν ἐν τῶι πεδίωι. εἰ οὖν οὕτως πολιτευσόμεθα ἀλλήλοις καλῶς ἂν ἔχοι. σὺ οὖν διόρθωσαι αὐτοῖς τὸ λοιπὸν ὃ προσοφείλεις μοι. ἦσαν δὲ δραχμαὶ οβ· τούτων ἄφελε ἀρταβῶν μ τιμὴν κϛ τετρώβολον καὶ …γ ὃ ἔλαβον παρὰ σοῦ ὥστε Θευδώρωι κ…ς ἐφʼ Ἱερᾶς Νήσου δραχμὰς δ, γίνονται δραχμαὶ λ τετρώβολον, λοιπὸν μα διώβολον, λαβὼν παρὰ Τιμάρχου …