Ancient Greek
P.Hib. 1 65
Documentary Papyri, P.Hib. 1 65
Not analysed yet
…ἀπέστειλα πρὸς σὲ ὅπως ἂν παραγενόμενος συνσταθῇς Πάριτι ἵνα μετρήσῃς αὐτῶι τὰς π ἀρτάβας τοῦ ἀράκου, ἐγὼ γὰρ ὅρκον συγγέγραμμαι μετρῆσαι τῆι τετράδι πυρῶν ἀρτάβας ρ ?. ἐπεὶ οὖν οὐκ ἐξέσται σοι σήμερον μετρεῖν καλῶς ἂν ποιήσαις παραγενόμενος εἰς ς… …τῆι ε ἵνα μετρήσῃς τοῦ ἀράκου τὰς π ἀρτάβας Πάριτι, εἰ δὲ μὴ μετρήσεται μὲ …οτι τῶι ὅρκωι ἔνοχον εἶναι καὶ εἰσπράσσεσθαι τῆς ἀρτάβης δραχμὰς δ. θέλομεν οὖν ἐκ δημοσίου τὸν λοιπὸν συναγοράσαι σῖτον ἵνα μηθὲν εἰς ἐμὲ ὑστερήσηι. ἔρρωσο. ἔτους …Ἁθὺρ δ.