Ancient Greek
P.Hib. 1 74
Documentary Papyri, P.Hib. 1 74
Not analysed yet
…χαίρειν. μέτρησον Νοβώνχι χειριστῆι καὶ Ὥρωι Σεμθέως καὶ Ἁρσεμφθεῖ τῶι παρὰ Τεῶτος ὀλυρῶν ἀρτάβας Βτξη 𐅵δ μέτρωι δοχικῶι, ὥστε γίνεσθαι ἀνηλωτικῶι Βφ, σύμβολα δὲ ποίησαι πρὸς αὐτοὺς β, τὸ μὲν ἓν εἰς τὸ Κλεομάχου ὄνομα ἀρταβῶν Αχ ὃ γίνεται ἀνηλωτικῶι ἀρτάβαι Αχπδ, τὸ δʼ ἕτερον εἰς τὸ ἐμὸν ὄνομα ἀρταβῶν ψξη 𐅵δ, ὥστε γίνεσθαι ἀνηλωτικῶι ἀρτάβας ωιϛ, τὰ δὲ σύμβολα ποίησαι πρὸς αὐτοὺς καθὰ ὑπογέγραπταί σοι. μεμετρη …γραμματέως τῆς Ζωίλου ἱππαρχίας …τ…ν…ατι…κωε…π …κε.