Ancient Greek
P.Hib. 1 75
Documentary Papyri, P.Hib. 1 75
Not analysed yet
Θεόδωρος τοῖς ἐν Ταλάηι φυλακίταις χαίρειν. γέγραφεν ἡμῖν Πετοσῖρις ὁ τοπάρχης καὶ Πετειμούθης ὁ τοπογραμματεὺς πεπρακέναι Φιλάμμονι ἐκ τοῦ Φιλοξένου κλήρου περὶ Ταλάην χορταράκης ἀρούρας γ 𐅷. παραλαβόντες οὖν τὸν κωμογραμματέα περιμετρήσατε αὐτῶι, πλέον δὲ μὴ προίεσθε ὡς πρὸς ὑμᾶς τοῦ λόγου ἐσομένου. ἔρρωσο. ἔτους ιε Τῦβι β.