Ancient Greek
P.Hib. 1 93
Documentary Papyri, P.Hib. 1 93
Not analysed yet
…σοχωις Διοδώρωι Στράτωνος Πέρσηι τῆς ἐπιγονῆς ἐγγύωι μονῆς ἐφʼ ὧι παρέξεται αὐτὸν ἐν Ἡρακλέους πόλει ἐν τῶι ἐμφανεῖ ἔξω ἱεροῦ καὶ πάσης σκέπης ἐπὶ τοῦ στρατηγίου μηνὸς Φαρμοῦθι τῆι ιγ τοῦ αὐτοῦ ἔτους ἐὰν δὲ ἀποκαταστήσηι Διόδωρος Διονύσιον ἄκυρος ἔστω πάντων ἁπλῶς ἐὰν δὲ μὴ ἀποκαταστήσηι εἰς ἔκτισιν ἡ διάγνωσις περὶ αὐτοῦ ἔστω πρὸς βασιλικά.