Ancient Greek
P.Hib. 1 94
Documentary Papyri, P.Hib. 1 94
Not analysed yet
……δραχμῶν ι ἀναντιλέκτων ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῶι, καὶ ἡ πρᾶξις πρὸς βασιλικά. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κη ἐφʼ ἱερέως ……τοῦ Λυκίνου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Νύμφης τῆς Παίονος …κζ ἐν Θώλθει. ἔγγυος εἰς ἔκτισιν Σεμφθέως Ὥρου ζυτοποιοῦ κώμης Θώλθεως καθὰ ἐξέλαβεν παρὰ …ς οἰκονόμου ξοιδ…βο… …εἰς τὸ κη ἔτος Πολυκλῆς Θρᾷξ τῶν Ζωίλου δραχμῶν δέκα ἀναντιλέκτων, καὶ ἡ πρᾶξις πρὸς βασιλικὰ ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι. …Κυρηναῖος ἰδιώτης τῶν Ζωίλου συνεγγυῶμαι. Πολυκλῆς Θρᾷξ ἰδιώτης τῶν Ζωίλου χειρογραφῶ ὑπὲρ αὐτοῦ ὅτι ἐγγυᾶται εἰς ἔστισιν Σεμθέα Ὥρου ἐκ Θώλτιος δραχμῶν δέκα κατὰ τὸ σύμβολον τοῦτο.