Ancient Greek
P.Hib. 1 98
Documentary Papyri, P.Hib. 1 98
Not analysed yet
…ἔτους λδ Μεσορὴ κδ. ὁμολογεῖ Διονύσιος ναύκληρος ἐμβεβλῆσθαι διὰ Νεχθεμβέους τοῦ παρὰ τῶν βασιλικῶν γραμματέων εἰς κέρκουρον Ξενοδόκου καὶ Ἀλεξάνδρου κριθῶν ἀρτάβας Δω. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λδ ἐφʼ ἱερέως Νεοπτολέμου τοῦ Κραίσιος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Νικολάου μηνὸς Μεσορὴ κδ. ὁμολογεῖ Διονύσιος ναύκληρος ἐμβεβλῆσθαι εἰς κέρκουρον Ξενοδόκου καὶ Ἀλεξάνδρου ἐφʼ οὗ κυβερνήτης …κ…υρις Πάσιτος Μεμφίτης διὰ Νεχθεμβέους τοῦ παρὰ τῶν βασιλικῶν γραμματέων ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν σὺν δείγματι κριθῶν ἀρτάβας τετρακισχιλίας ὀκτακοσίας σῖτον καθαρὸν ἄδολον κεκοσκινευμένον μέτρωι καὶ σκυτάληι οἷς αὐτὸς ἠνέγκατο ἐξ Ἀλεξανδρείας μετρήσει δικαίαι, καὶ οὐθὲν ἐγκαλῶ.