Ancient Greek
P.Hib. 1 99
Documentary Papyri, P.Hib. 1 99
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου ἔτους ιε ἐφʼ ἱερέως πατρόκλου τοῦ Πάτρωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν μηνὸς Δαισίου κ. ὁμολογεῖ Παραμένης Κυρηναῖος οἰκονόμος Τελέστου ἔχειν παρὰ Διονυσίας ὑπὲρ …δρου ἐς τὰ ἐκφόρια τοῦ Πρωτογένους κλήρου ὀλυρῶν ἀρτάβας υ καὶ παρὰ Καλλισθένου ὀλυρῶν ἀρτάβας ρν καὶ τιμὴν πυρῶν ἀρταβῶν ο ἐκ β ὀβολοῦ τῆι ἀρταβῆι δραχμὰς ρνα τετρώβολον.