Ancient Greek
P.Iand. 6 94
Documentary Papyri, P.Iand. 6 94
Not analysed yet
χαίροις, ἄδελφε …Σαραπίων, παρὰ Ἑρμίου. μετὰ πολλὰ μόλις ἔπεισα τὸν ἀδελφὸν Πάριν κυρῶσαι τῶν δραχμῶν ϡ τὰς τοῦ πυροῦ ἀρτάβας ν καὶ ἔσχον δραχμὰς φξ· σὺ οὖν λαβὼν τὰς ἄλλας δραχμὰς τμ ἀγόρασον Πάριδι ζευγ …περιστρωμάτων καὶ β ζεύγη βαλαναρίων καὶ δ δισκάρια, τοῖς παιδίοις αὐτοῦ ζεῦγος α καὶ ἐμοὶ ζεῦγος α περιστρωμάτων καλῶν μεγάλων. καλῶς δὲ ποιήσεις ἀπαιτήσας Συρᾶν τὸν γναφέα εἴκοσι τέσσαρας δραχμὰς κδ καὶ τὰ λείποντα ε δραχμὰς εἰς συνπλήρωσιν δραχμῶν ρκ· καὶ τὸν Ταννοῦν ἀπαίτησον δραχμὰς …καὶ γενοῦ πρὸς Ὀννῶφριν τὸν ἐλαιουργὸν καὶ μάθε ἐκ τοῦ συμβόλου τί ἔδωκεν καὶ τὸ λεῖπον ἀπαίτησον εἰς συνπλήρωσιν τῶν δραχμῶν ρμδ. οἶδας δὲ καὶ ὅτι Ταννοῦς δίδωσι ἔτι τῶν δραχμῶν μη· μάθε δὲ ἐκ τοῦ συμβόλου τί ὀφείλει καὶ ἔκπρασσε αὐτόν. ἐὰν δὲ ἀπαιτήσῃς πάντα ταῦτα, ἀγοραστέαι καὶ στρῆναι διὰ τὴν α τοῦ νέου ἔτους· οἶδας γὰρ τὸ ἔθος, ὃ παρακαλῶ μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι διὰ παντὸς βίου. Σαραπίωνι φιλω…