Ancient Greek
P.Iand. 6 95
Documentary Papyri, P.Iand. 6 95
Not analysed yet
……σοι παντὶ εὐχαριστεῖ καὶ ἐλθὼν πρός σε ἀνταποδώσει σοι τὰ πάντα. ἴσθι ὅτι ἡμῶν διαλεγομένων ἔτι περὶ τῶν βιβλιδίων συνέσχε με ὁ πράκτωρ καὶ ἐξέπραξέ με τὴν κλεῖδα τῆς οἰκίας Λουκίλλης παρακαλῶ οὖν πρόσεχε τῇ οἰκίᾳ, ἕως ἂν παραγένωμαι, καὶ ὅσα ἔχει ἐν τῷ αὐλυδρίῳ καὶ τοῖς σταθμοῖς καὶ ταῖς τύλαις, ἃς ἔχει ἐν τῇ ἐξέδρᾳ. ἐάν σοι προσέλθῃ Ὡριγένης ὁ παρὰ τοῦ ἀγορανόμου, μάθε θέλω, ὅτι χάριν τῶν τυλῶν ἥξει ὁ πράκτωρ τῆς οἰκίας Ἀπιανοῦ· ἀλλὰ βούλομαι μηδὲν αὐτῷ δίδου· ἔσχεν γὰρ τὰς ἐκ τῆς ἐν Φοβώου οἰκίας καὶ δεῖ εὐλαβεῖσθαι πρὸς αὐτόν· μέχρι δὲ τῶν Ἀμεσυσίων ἥξω πρός σε. ἄσπασαι Κύριλλαν …καὶ τοὺς σοὺς πάντας ἀπʼ ἐμοῦ καὶ …ριν καὶ τὰ τέκνα αὐτῆς. ἐρρῶσθαί σε εὔχομαι.